Τετάρτη, 19 Οκτωβρίου 2016

Δεινὴ θύελλα ἐν τῇ Αἰτῇ

Ἤδη  πλείονες ὀκτακόσιοι ἄνθρωποι ἐν τῇ Αἰτῇ, ἐν τῇ Καραιβικῇ θαλάττῃ, τῇ θυέλλῃ “Ματθαίῳ“ καλουμένῃ ἀπέθανον· αὕτη ἡ θύελλα, καθ' ἡμέραν ἰσχυροτέρα τε καὶ δεινοτέρα γενομένη, διὰ τῆς Αἰτῆς προχωροῦσα πάντα διέφθειρεν ἅττα ἐντυχοῖτο·
οἰκοδομήματα, αὐτοκίνητα, ὁδούς, γεφύρας...  νῦν δὲ πρὸς τὴν παραλίαν τὴν τῶν ΗΑΠ προχωρεῖ, πρὸς τὴν πολιτείαν Φλόριδαν, οὗ δώδεκα ἑκατομμύρια ἀνθρώπων ἐνοικοῦσιν. τῆς θυέλλης προχωρούσης, ἥδη δύο ἑκατομμύρια ἀνθρώπων τὰς ἑαυτῶν οἰκίας ἀπολιπόντες τῆς ἀσφαλείας ἕνεκα ἐν καταφυγαῖς τούτῳ παρεσκευασμέναις  μένουσιν, πάντα δὲ τὰ ποτήματα κατελύθη· ὁ δὲ τῆς πολιτείας ἄρχων, ὁ Rick Scott, εἶπεν τήμερον ὅτι, τῆς θυέλλης διὰ τῆς Φλορίδας διελθούσης, οἱ πλεῖστοι τῶν πολιτῶν ἠλεκτρικὴν ἐνέργειαν οὐχ ἕξοιεν.

οἱ πολῖται οἱ τὰς οἰκίας οὐκ ἀπολελοίπασιν ἤδη ἤρξαντο ἐν τοῖς τῶν οἰκιῶν ὑπογείοις ὕδωρ τε καὶ σῖτον ἁθροίζειν, ἴσως γὰρ δεήσει αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ μένειν, διὰ δὲ τούτου χαλεπὸν ἐγένετο τήμερον ἐν καπηλείοις τισὶ σῖτον τε καὶ ἄλλα ἐπιτήδεια κτᾶσθαι.

ἐν τῇ Αἰτῇ ἔδει τῇ ἐπιγιγνομένῃ Κυριακῇ ἀρχαιρεσίας ποιεῖσθαι, ἀλλὰ οἱ ἄρχοντες αὐτὰς κατέλυσαν ἕως ἂν ἐξῇ τοῦτο τὸ ἀπροσδόκητον δυστύχημα ἐπανορθοῦν.



πηγη